Romans 16 Stephanus TR 1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς
2ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ 3Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ 4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν 5καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν 6ἀσπάσασθε Μαρίαμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς 7ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγονασιν ἐν Χριστῷ 8ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ 9ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου 10ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου 11ἀσπάσασθε Ἡροδίωνα τὸν συγγενῆ μου ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ 12ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ 13ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ 14ἀσπάσασθε Ἀσύγκριτον Φλέγοντα Ἑρμᾶν Πατροβᾶν Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς 15ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους 16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ 17Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ' αὐτῶν· 18οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων 19ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· χαίρω οὖν τὸ ἐφ' ὑμῖν θέλω δὲ ὑμᾶς σοφοὺς μέν εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν 20ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν 21ἀσπάζονταί ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου 22ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ 23ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός 24Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν 25Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου 26φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος 27μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἶῶνας ἆμήν πρός Ῥωμαίους ἐγράφη ἆπό Κορίνθου διὰ φοίβης τῆς διακόνου τῆς ἕν Κεγχρεαῖς ἐκκλησίας Stephanus Novum Testamentum Graece 1550. Bible Hub |