ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13
Romans 13 Stephanus TR
1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσίν· 2ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται 3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν ἐὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι 5διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν 6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες 7ἀπόδοτε οὖν πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον τῷ τὸ τέλος τὸ τέλος τῷ τὸν φόβον τὸν φόβον τῷ τὴν τιμὴν τὴν τιμήν

8Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν 9τὸ γὰρ Οὐ μοιχεύσεις Οὐ φονεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις, Οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν 10ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη

11Καὶ τοῦτο εἰδότες τὸν καιρόν ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν 12ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός 13ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλῳ 14ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Romans 12
Top of Page
Top of Page