Revelation 7 Stephanus TR 1Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον
2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίζωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν 4καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ρμδ' χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· 5ἐκ φυλῆς Ἰούδα ιβ' χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γὰδ ιβ' χιλιάδες ἐσφραγισμένοι· 6ἐκ φυλῆς Ἀσὴρ ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλείμ ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ ιβ' χιλιάδες ἐσφραγισμένοι· 7ἐκ φυλῆς Συμεὼν ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Λευὶ ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰσαχάρ ιβ' χιλιάδες ἐσφραγισμένοι· 8ἐκ φυλῆς Ζαβουλὼν ιβ' χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ἰωσὴφ ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Βενιαμὶν ιβ' χιλιάδες ἐσφραγισμένοι· 9Μετὰ ταῦτα εἶδον καὶ ἰδού, ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένοι στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν 10καὶ κράζοντες φωνῇ μεγάλῃ λέγοντες, Ἡ σωτηρία τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τοῦ θεοῦ ἡμῶν καὶ τῷ ἀρνίῳ 11καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ 12λέγοντες Ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν 13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον 14καὶ εἴρηκα αὐτῷ Κύριέ σὺ οἶδας καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου 15διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ' αὐτούς 16οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα 17ὅτι τὸ ἀρνίον τὸ ἀναμέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν Stephanus Novum Testamentum Graece 1550. Bible Hub |