ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13
1 Corinthians 13 Stephanus TR
1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον 2καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι 3καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι

4Ἡ ἀγάπη μακροθυμεῖ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοῖ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιοῦται 5οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται οὐ λογίζεται τὸ κακόν 6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει

8Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει εἴτε δὲ προφητεῖαι καταργηθήσονται· εἴτε γλῶσσαι παύσονται· εἴτε γνῶσις καταργηθήσεται 9ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10ὅταν δὲ ἔλθῃ τὸ τέλειον τότε τὸ ἐκ μέρους καταργηθήσεται 11ὅτε ἤμην νήπιος ὡς νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος· ἐλογιζόμην ὅτε δέ γέγονα ἀνήρ κατήργηκα τὰ τοῦ νηπίου 12βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην 13νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
1 Corinthians 12
Top of Page
Top of Page